Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.373 Joseph. BJ 1.377 (English) >>Joseph. BJ 1.381

1.375ὅτε γὰρ ἐθρασύνεσθε πέρα τοῦ δέοντος καὶ κατὰ τῶν ἐχθρῶν παρὰ τὴν ἐμὴν γνώμην ἐξωρμήσατε, καιρὸν ἔσχεν Ἀθηνίωνος ἐνέδρα· νυνὶ δὲ ὄκνος ὑμῶν καὶ τὸ δοκοῦν ἄθυμον ἀσφάλειαν ἐμοὶ νίκης ἐγγυᾶται. 1.376χρὴ μέντοι γε μέχρι τοῦ μέλλειν οὕτως ἔχειν, ἐν δὲ τοῖς ἔργοις ἐγεῖραι τὰ φρονήματα καὶ πεῖσαι τοὺς ἀσεβεστάτους, ὡς οὔτʼ ἀνθρώπειόν τι κακὸν οὔτε δαιμόνιον ταπεινώσει ποτὲ τὴν Ἰουδαίων ἀνδραγαθίαν, ἐφʼ ὅσον τὰς ψυχὰς ἔχουσιν, οὐδὲ περιόψεταί τις Ἄραβα τῶν ἑαυτοῦ ἀγαθῶν δεσπότην γενόμενον, ὃν παρʼ ὀλίγον πολλάκις αἰχμάλωτον ἔλαβεν. 1.377μηδʼ ὑμᾶς ταρασσέτω τὰ τῶν ἀψύχων κινήματα μηδʼ ὑπολαμβάνετε τὸν σεισμὸν ἑτέρας συμφορᾶς τέρας γεγονέναι· φυσικὰ γὰρ τὰ τῶν στοιχείων πάθη καὶ οὐδὲν ἀνθρώποις πλέον τὴν ἐν ἑαυτοῖς βλάβην ἐπιφέρεται· λοιμοῦ μὲν γὰρ καὶ λιμοῦ καὶ τῶν χθονίων βρασμῶν προγένοιτʼ ἄν τι σημεῖον βραχύτερον, αὐτὰ δὲ ταῦτα περιγραφὴν ἔχει τὸ μέγεθος· ἐπεὶ τί δύναται μεῖζον ἡμᾶς

-- --

τοῦ σεισμοῦ βλάψαι καὶ κρατήσας πόλεμος; 1.378τέρας μέντοι μέγιστον ἁλώσεως γέγονεν τοῖς ἐχθροῖς οὐκ αὐτομάτως οὐδὲ διὰ χειρὸς ἀλλοτρίας, οἳ πρέσβεις ἡμετέρους παρὰ τὸν πάντων ἀνθρώπων νόμον ὠμῶς ἀπέκτειναν καὶ τοιαῦτα τῷ θεῷ θύματα περὶ τοῦ πολέμου κατέστεψαν. ἀλλʼ οὐ διαφεύξονται τὸν μέγαν ὀφθαλμὸν αὐτοῦ καὶ τὴν ἀνίκητον δεξιάν, δώσουσιν δʼ ἡμῖν αὐτίκα δίκας, ἂν τοῦ πατρίου φρονήματος ἤδη σπάσαντες τιμωροὶ τῶν παρεσπονδημένων ἀναστῶμεν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.373 Joseph. BJ 1.377 (English) >>Joseph. BJ 1.381

Powered by PhiloLogic